This edition is based on Sylloge Inscriptionum Graecarum III no. 867a-b; incorporating the last revision made in Die Inschriften von Ephesos no. 24a-b.
A
|
[Γ(άϊος) Πο]πίλλιος Κᾶρος Πέδω[ν]
|
|
ἀνθύπατος λέγει·
|
|
[ἔ]μαθον ἐκ τοῦ πεμφθέντος [πρός]
|
|
με ψηφίσματος ὑπὸ τῆς λαμπροτ[ά]-
|
5
|
της Ἐφεσίων βουλῆς τοὺς πρὸ ἐμ[οῦ]
|
|
κρατίστους ἀνθυπάτους ἱε[ρὰς]
|
|
νομίσαι τὰς ἡμέρας τῆς π[α]νη̣[γύρεως]
|
|
τῶ̣ν Ἀρτε̣[μισίων] καὶ τοῦτο διατά-
|
|
γματι δεδηλωκέναι· ὅθεν ἀναγκαῖ-
|
10
|
ον ἡγησάμην καὶ αὐτὸς ἀποβλέ-
|
|
πων εἴς τε τὴν εὐσέβειαν τῆς θεοῦ̣
|
|
καὶ εἰς τὴν τῆς λαμπροτάτης Ἐφε-
|
|
σίων πόλεως τειμὴν φανερὸν ποι-
|
|
ῆσαι διατάγματι ἔσεσθαι τὰς ἡμέρας
|
15
|
ταύτας ἱερὰς καὶ τὰς ἐπ’ αὐταῖς ἐκε-
|
|
χ̣ειρίας φυλαχθήσεσθαι· προεστῶ-
|
|
τος τῆς πανηγύρεως
|
|
Τίτου Αἰλίου Μαρκιανοῦ Πρίσκου
|
|
τοῦ ἀγωνοθέτου, ὑοῦ Αἰλίου
|
20
|
Πρίσκου, ἀνδρὸς δοκιμωτάτου καὶ
|
|
πάσης τειμῆς καὶ ἀποδοχῆς ἀξίου.
|
|
|
B
|
[ἔδ]οξεν τῆς πρώτης καὶ με[γίστης]
|
|
[μητρ]οπόλεως τῆς Ἀσίας καὶ δὶς νεωκ̣[όρου τῶν]
|
|
[Σεβα]σ̣τῶν καὶ φιλοσεβάστου Ἐφε̣[σίων πόλεως]
|
|
[τῇ βο]υλῇ καὶ τῷ δήμῳ περὶ ὧν εἰσηγή̣[σατο]
|
5
|
[... Λ]αβέριος Ἄμοινος φιλοσέβαστος, ὁ γραμμ[ατεὺς]
|
|
[τοῦ δ]ή̣μου· ἐπεψήφισαν δὲ οἱ στ[ρ]ατηγοὶ τῆς
|
|
πόλεως φιλοσέβαστοι·
|
|
[ἐπειδὴ ἡ π]ροεστῶσα τῆς πόλεως ἡμῶν θεὸς Ἄρτε[μις]
|
|
[οὐ μόνον] ἐν τῇ ἑαυτῆς πατρίδι τ̣ε̣ιμᾶται, ἣν ἁ[πασῶν]
|
10
|
[τῶν πόλεων] ἐνδοξοτέραν διὰ τῆς ἰδίας θειότητ[ος πεποίη]-
|
|
[κεν, ἀ]λλὰ καὶ παρ̣ὰ̣ [ Ἕλλησίν τε κ]α̣ὶ̣ [β]α̣ρ̣β̣ά̣ρ̣[ο]ις, ὥ[στε παν]-
|
|
ταχοῦ ἀνεῖσθαι αὐτῆς ἱερά τε κα[ὶ τεμένη, ναοὺς δὲ]
|
|
αὐτῇ τε εἱδρύσθαι καὶ βωμοὺς αὐτῇ ἀνακεῖσθαι διὰ
|
|
τὰς ὑπ’ αὐτῆς γεινομένας ἐναργεῖς ἐπιφανείας,
|
15
|
καὶ τοῦτο δὲ μέγιστον τοῦ περὶ αὐτὴν σεβασ-
|
|
μοῦ ἐστιν τεκμήριον, τὸ ἐπώνυμον αὐτῆς
|
|
εἶναι μῆνα καλούμενον παρ̣’ ἡ̣[μ]ῖν μὲν Ἀρτεμισ[ι]-
|
|
ῶνα, παρὰ δὲ Μακεδόσιν καὶ τοῖς λοιποῖς ἔθνεσιν
|
|
τοῖς Ἑλληνικοῖς καὶ ταῖς ἐν αὐταῖς πόλεσιν
|
20
|
Ἀ̣ρτεμίσιον, ἐν ᾧ μηνὶ πανηγύρεις τε καὶ ἱερο-
|
|
μηνίαι ἐπιτελοῦνται, διαφερόντως δὲ ἐν̣ [τῇ]
|
|
ἡμετέρᾳ πόλει τῇ τροφῷ τῆς ἰδίας θεοῦ τῆς Ἐφ[εσί]-
|
|
ας, προσῆκον δὲ εἶναι ἡγούμενος ὁ δῆμος [ὁ]
|
|
Ἐφεσίων ὅλον τὸν μῆνα τὸν ἐπώνυμον τοῦ θ̣[είου]
|
25
|
ὀνόματος εἶναι ἱερὸν καὶ ἀνακεῖσθαι τῇ θεῷ
|
|
ἐδοκίμασεν διὰ τοῦδε τοῦ ψηφίσματος [διατιθέ]-
|
|
ναι τὴν περὶ αὐτοῦ θρησκείαν· διὸ δεδόχ[θαι]
|
|
[ὅ]λον τὸν μῆνα τὸν Ἀρτεμισιῶ̣να εἶνα[ι ἱερὸν πάσας]
|
|
[τ]ὰς ἡμέρας, ἄγεσθαι δὲ ἐπ’ αὐταῖς μην[ός τε καὶ]
|
30
|
[δι’] ἔτ̣ους τὰς ἑορτὰς καὶ τὴν τῶν Ἀρτεμ[ισίων πανή]-
|
|
[γ]υριν καὶ τὰς ἱερομηνίας, ἅτε τοῦ μηνὸς ὅ[λου ἀνακειμέ]-
|
|
ν̣ου τῇ θεῷ· οὕτω γὰρ ἐπὶ τὸ ἄμεινον τῆς [θεοῦ τιμωμέ]-
|
|
[ν]ης ἡ πόλις ἡμ[ῶν ἐ]νδοξοτέρα τε καὶ εὐδ[αιμονεστέρα]
|
|
εἰς τὸ[ν ἅπα]ντα διαμενεῖ χ[ρόνον.]
|